ΟΝΕΙΡΟΝ. καὖθις τροπαίαν προσγελᾷ μὲ ὄναρ πνέον ὁ παῖς γὰρ ἐξήνδρωτο· γῆς δ ̓ ἀνημέρου ἐπιστροφὰς κατεῖχεν ἡλιοστιβεῖς, εὐωπα δ ̓ ἐξέπινεν ἡλίου βίαν· μέλας μὲν ἀμφεχείτο βάρβαρος λεώς, ἔπασχε δ ̓ ἔσθ' ὃ καὐτός εἶχε δ' οἰόφρων θαλασσόπλαγκτον κἀπὶ ῥηγμῖνος πλάνην. ἐνταῦθ ̓ ἐπιρρεῖ πυκνὰ μὲν πλημμυρίδος . Crowded like waves upon me, but he was A part of all; and in the last he lay Of ruin'd walls where by his sleeping side LORD BYRON. τρόποισι φάσμαθ', ᾧ δ ̓ ἐκεῖνος οὐ προσῆν, ὅσ ̓ εἶδον, οὐδ ̓ ἕν· καὶ τὰ μὲν παρῴχετο· ὁ δ ̓ ηΰδεν ἤδη πῦρ μεσημβρινὸν φυγών, κλιθεὶς ἐν ἄγαις κιόνων, ἐρειπίοις τοίχων σκιασθείς· οὗ παρεστάτουν λέχει νομάδες κάμηλοι, καί τι πρὸς κρήνῃ τέλος εὔπωλον ἦν σειραῖον· εἱμένος δέ τις στολμοὺς ποδήρεις ἵσταθ ̓ ἡμεροσκόπος, ἐν φυλέταις ἄϋπνος εἷς κοιμωμένοις· τοῖς δ ̓ ἦν κατασκήνωμα λαμπρὸν αἰθέρος, ἄχραντον, εὐπρόσωπον, εὐαγὲς γελών ὥστ ̓ ἄλλο μηδὲν πλὴν τὸ θεῖον ἐμπρέπειν. |