τοσαῦτα λέξας δυσπέρατον ἐκπερα τῇδε μὲν αὐγῶν τῇδε δ ̓ ἀπ ̓ ὄμβρων κευθμῶνος ἐδέξατο κευθμών. ALTHEA. BUT thou, son, be not filled with evil dreams ΑΛΘΑΙΑ. ὦ παῖ, σὺ δ ̓ αἰσχρῶν μήτ' ὀνειράτων γέμε μήθ' ἱμέρου τοιώνδε· καρτεροῦντι γὰρ μαραίνεται τὸ μαργόν· ᾧ δ ̓ ἂν ἐκτραφὲν κηλίδ ̓ ἅπαντος θῇ μελαμπαγῆ βίου, τὰ χρήσθ ̓ ὅδ ̓ οὐ σώσαιτ ̓ ἂν, οὐκ εὐθνήσιμος σοφῆς τελευτήσειεν ἐξ εὐγηρίας, ἀναμπλάκητον καὶ τριτόσπονδον βίον δίκην λαχόντων, οἳ κατ ̓ ὄμμα δαίμοσιν ἐλθόντες εὐφράνθησαν, αἰσχύνης δ ̓ ἄτερ ἤθλησαν οὐ τρέσαντες οὐκ ὀλούμενα, αἰὼν δ ̓ ἕως ἀντεῖχεν οὐκ ἀμάρτυροι πρὸς πάντ ̓ ἐποπτεύοντος ἡλίου φάος Have gat them glory and given of their own praise To the earth that bare them and the day that bred, Home friends and far-off hospitalities, And filled with gracious and memorial fame Lands loved of summer or washed by violent seas, Towns populous and many unfooted ways, And alien lips, and native with their own. But when white age and venerable death Mow down the strength and life within their limbs, To the clear seat and remote throne of souls, There shows not her white wings and windy feet, SWINBURNE. δόξαν μὲν ἐκτήσαντο, τῆς δ ̓ εὐδοξίας θρέπτρ ̓ ἀντέδωκαν παντρόφου τ ̓ αὐτῇ θεοῦ καὶ μητρὶ Γαία, χάρμα τοῖς πρὸς αἵματος κήρυγμα δ' εὐξένοισι πολύφημον δόμοις· καὶ τῶνδ ̓ ἀείνως ευχαρίς τ ̓ ἔχει λόγος θέρει ξυναύλους εἴθ ̓ ἁλικλύστους πλάκας, ἀγορῶν τε κύκλους ἀστιβεῖς τ ̓ ἐρημίας ἐγχωρίων τε στόματα κἀλλοθρῶν ἅμα λευκὸν δ ̓ ἰδοῦσι γῆρας εὖθ ̓ Αιδου σέβας στέρνων παρηβήσασαν ἐξαμᾷ βίαν, αἷμ' ἐξαμαυρῶν ὄμμα δ ̓ ἀμβλωπὸν τιθείς, γέρας τότ' ἔστ ̓ ἄφθαρτον ἐξαφιγμένοις κλεινὸν δι' αἰῶν ̓ εὐφιλῆ τ ̓ ἀπαλλαγὴν μακάρων τιν ̓ εἰς εὐῶπα τηλουρόν θ ̓ ἕδραν, ἀνευρέτους ἀγνῶτος Εσπέρου γύας, οὓς δὴ θέορτος αἰὲν ἀμφελίσσεται ἀνήνεμος πλημμυρίς, οὐδ ̓ ἀελλόπους λευκοπτέροις ῥιπαῖσιν ἔρχεται χιών, οὐ σκηπτός, οὐκ ὀξεία δυσφημεί ψακάς, οὐ καῦμ ̓ ἔφλεξε, πάντα δ ̓ εὐεστὼ τρέφει. |