ELAINE. Then spake the lily maid of Astolat ; Then will I bear it gladly;' she replied, For Lancelot and the Queen and all the world, But I myself must bear it.' Then he wrote IDEM GRAECE. Λευκώλενος δὲ τοιάδ ̓ ἐννέπει κόρη νόσῳ ξυνοῦσα μῆνιν οὐκ ἔχω, πατέρ· ἀλλ ̓ ἐστὶ ταῦτα λοιδόρημα παντελῶς· τίς γὰρ πεφυκὼς χρηστὸς οὐ κλύει κακός ; ὅτῳ γὰρ ἄφιλος οὔτις ἦν ποτ', οὐδέ πω φίλος τίς ἐστιν· ἀλλ ̓ ἐγὼ λαμπρύνομαι τοιοῦδ ̓ ἐρασθεῖσ ̓ ἀνδρὸς, εὐσεβεστάτου πάντων, φέροντος στέφανον εὐκλείας καλόν. σὺ δ ̓ οὖν μ' ἔασον, ἥτις εἰμί σοι, πατέρ, δυσδαίμον ̓ ἔρρειν οὐ τὰ πάντα γ', ὡς ἐρῶ ἀνδρῶν ἀρίστου καίπερ ἀντερῶντος οὔ. νῦν δ', οἵνεκ ̓ οὐ τὴν παῖδα κατθανεῖν θέλεις, ἐπῄνεσ', ἀλλὰ δυσμαχεῖς τῷ σῷ πόθῳ πίστιν γὰρ ἂν διδοῦσα τοῖς ἐκ σοῦ λόγοις θασσόν γ' ἔθνησκον τοιγαροῦν, φίλον κάρα, τοιῶνδε λήξας δεῦρο τὸν σεμνὸν κάλει, ὡς ἀμπλακήμαθ ̓ ἁγνίσασα κατθάνω. Ἱερεύς τε σεμνὸς προσμολὼν ἀπῴχετο ἡ δ ̓ ὡς ἀπαλλαχθεῖσα τῶν ἁμαρτιῶν φαιδρῷ προσώπῳ τοῦ κασιγνήτου λόγους δεῖται γράφειν τιθέντος οὐδὲν ἐλλιπές οἴων φράσει· καὶ τοῦδ ̓ ἐρωτῶντος λέγε, ἢ δεσπότῃ τῷ φιλτάτῳ τάδ' ἐγγράφω ; ἑκὼν γὰρ ἂν φέροιμι. δεσπότῃ τ ̓, ἔφη, καὶ γῆς ἀνάσσῃ κοὔτις ἐσθ ̓ ὁτῷπερ οὔ, αὐτὴν δὲ δεῖ φέρειν μ'. ὁ δ ̓ ἐγγράψας ἅπερ ὕφηνε γράμματ', ἐν πτυχαῖς σφραγίζεται. The letter she devised: which being writ And when the heat is gone from out my heart, And closed the hand upon it, and she died. So that day there was dole in Astolat. ἡ δ ̓ εἶπεν· ὦ πατερ σὺ φίλτατος γεγώς, μὴ νῦν μὲ ἀπώσῃς, οὐκ ἀποστραφεὶς λιτάς τὸ πρόσθεν ἄτοπον ὄνθ ̓ ὅμως δέχου πόθον τὸν ὕστατον δὴ δεῖ σε τάσδ ̓ ἐπιστολάς ὅταν παραστῇ θάνατος, ἐνδοῦναι χερί, ξυναρμόσαι τε χεῖρ ̓, ἐπεὶ σώζειν θέλω τηρεῖν τε καὶ θανοῦσα, κἂν στέρνοις ὅταν ψυχρὸν τὸ θάλπος ᾖ βίου, σμικρὸν λέχος λαβὼν ἐν ᾧ τὸ νῦν φάος λείψω, φίλου τρέφουσ ̓ ἔρωθ ̓ Αἱμῶνος, εὖ κόσμει καλοῖς οὐ τῆς ἀνάσσης ὑστεροῦν ἀγάλμασιν, ὅσον θ ̓ ὑπάρχει μ' εὖ περιστείλας καλαῖς χλιδαῖς, ἀνάσσῃ προσφερῆ, δὸς τῷ λέχει. στεῖλον τ ̓ ἀπήνην, ἥτις εἰς ῥόον νεκρόν ἐμὸν κατάξει, καὶ μελάμπεπλον σκάφος ἕτοιμον ἔστω, πρὸς γὰρ ἀρχικούς δόμους σεμνὴν ὑπάρχειν εὐσταλῆ θ ̓ ὁδὸν πρέπει ξένη γ ̓ ἀνάσσης εἶμι, καὶ τοὐμὸν δέμας φώνην ἄφωνον, ὡς δοκεῖ, πέμψει καλῶς. ἦ γλῶσσα γὰρ τῳ μᾶλλον εὔγλωσσος λέγειν πάρεστιν ὑμῶν ἀντ ̓ ἐμοῦ ; μόνον μὲν οὖν τὸν κωφὸν ἡμῶν οἰκέτην ὁδοῦ θέλω ὀπαδὸν εἶναι κεῖνος οἰακοστροφῶν ἄξει μ' ἐρέσσων τ ̓ ἐς θύρας τοῦ δώματος. Τοιαῦτα φησί· καὶ πατὴρ ὑπέσχετο δράσειν τάδ', ἡ δὲ φαιδρὸν ἐκφαίνει τάχα ὄμμ', ὥστε μᾶλλον τοῖς φίλοις κυρείν δοκεῖ φάντασμα θανάτου θάνατος ἢ βίου φθορά ἔπει δ ̓ ἀπέσβη δέκατον ἡλίου φάος, τότ' ἐντίθησι γράμματ' ἐν κόρης χερί πατὴρ, ἀκρούς τε χειρὸς ἐγκλείει κτένας. ἡ δ ̓ οὖν μεθῆκε πνεῦμα, καὶ πανήμερος ἀνίσταται κώκυτος ἐν πάσῃ πόλει. |